Τρίτη 20 Φεβρουαρίου 2018

ΤΙΜΗ ΚΑΙ ΣΕΒΑΣΜΟΣ ΕΙΣ ΑΡΤΕΜΙΝ:ΝΟΤΑ ΚΥΜΟΘΟΗ

ΤΙΜΗ ΚΑΙ ΣΕΒΑΣΜΟΣ ΕΙΣ ΑΡΤΕΜΙΝ
Νότα Κυμοθόη
Την Άρτεμη την αρχαία θεά των Λοκρών προστάτιδα ας τιμήσουμε, οπού σε αρχαίους καιρούς στων Λοκρών τους τόπους έδωσε αφθονία και καρπούς και όχι μόνον...

ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΕΙΣ ΑΡΤΕΜΙΝ 
Κλῦθί μου, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρη, Τιτανίς, βρομία, μεγαλώνυμε, τοξότι, σεμνή, πασιφαής, δαιδοῦχε θεά, Δίκτυννα, λοχεία, ὠδίνων ἐπαρωγὲ καὶ ὠδίνων ἀμύητε,   λυσίζωνε, φίλοιστρε, κυνηγέτι, λυσιμέριμνε, εὔδρομε, ἰοχέαιρα, φιλαγρότι, νυκτερόφοιτε, κληισία, εὐάντητε, λυτηρία, ἀρσενόμορφε, Ὀρθία, ὠκυλόχεια, βροτῶν κουροτρόφε δαῖμον, ἀμβροτέρα, χθονία, θηροκτόνε, ὀλβιόμοιρε, ἣ κατέχεις ὀρέων δρυμούς, ἐλαφηβόλε, σεμνή, πότνια, παμβασίλεια, καλὸν θάλος, αἰὲν ἐοῦσα, δρυμονία, σκυλακῖτι, Κυδωνιάς, αἰολόμορφε· ἐλθέ, θεὰ σώτειρα, φίλη, μύστηισιν ἅπασιν εὐάντητος, ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης εἰρήνην τ᾽ ἐρατὴν καλλιπλόκαμόν θ᾽ ὑγίειαν· πέμποις δ᾽ εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.

ΚαλλίμαχοςΎμνος εις Άρτεμιν
(απόσπασμα)


Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα·
«δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ,
δὸς δ᾽ ἰοὺς καὶ τόξα — ἔα πάτερ, οὔ σε φαρέτρην
οὐδ᾽ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀϊστούς
10αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
15δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τε μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν.
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν·
20οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ᾽ ὀξείῃσιν ὑπ᾽ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέωσι βοηθόν, ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων».
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρός
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας
μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων· «ὅτε μοι τοιαῦτα θέαιναι
30τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρεν, τέκος, ὅσσ᾽ ἐθελημός
αἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
35εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος». ὣς ὁ μὲν εἰπών
40μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
Λευκὸν ἔτι Κρηταῖον ὄρος κεκομημένον ὕλῃ,
ἔνθεν ἐπ᾽ Ὠκεανόν· πολέας δ᾽ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους·
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
45οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
νήσῳ ἐνὶ Λιπάρῃ (λιπάρη νέον, ἀλλὰ τότ᾽ ἔσκεν
οὔνομά οἱ Μελιγουνίς) ἐπ᾽ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
50ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δ᾽ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσιν Ὀσσαίοισιν ἐοικότα (πᾶσι δ᾽ ὑπ᾽ ὀφρύν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
δεινὸν ὑπογλαύσσοντα) καὶ ὁππότε δοῦπον ἄκουσαν
55ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ᾽ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
αὖε δὲ Τρινακρίη Σικανῶν ἕδος, αὖε δὲ γείτων
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀΰτει,
εὖθ᾽ οἵγε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
60ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετύπαντες ἐπὶ μέγα μυχθίσσειαν.
τῷ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ᾽ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
65οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῇ κεχριμένος αἰθῇ·
70αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα, σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
75Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηφι· τὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσῃ
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ.
80τῷ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος·
«Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξον
ἠδ᾽ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
85θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν».
ἔννεπες· οἱ δ᾽ ἐτέλεσσαν· ἄφαρ δ᾽ ὡπλίσσαο, δαῖμον.
…………………………………………………………
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε, Φεραίη.
260μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
μηδ᾽ ἐλαφηβολίην μηδ᾽ εὐστοχίην ἐριδαίνειν
(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἐπὶ κόμπασε μισθῷ),
μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος,
265οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ
ἀκλαυτὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)·
χαῖρε μέγα, κρείουσα, καὶ εὐάντησον ἀοιδῇ.

Μην προσβάλει την Άρτεμη κανένας...
© Νότα Κυμοθόη



Δεν υπάρχουν σχόλια: